Ἑξάψαλμος κατά το τυπικόν τοῦ ὁσίου καί θεοφόρου πατρός ἡμῶν Σάββα τοῦ ἡγιασμένου

Οἱ παλαιοί Πατέρες εἶχον ἀκρίβειαν διό καί ψαλλομένου τοῦ ἑξαψάλμου ἐτήρουν σιγήν πολλήν…

Πως πρέπει να συμπεριφερόμαστε κατά την  ώρα του εξαψάλμου

Image result for εξαψαλμος

Κατά τό προμνησθέν τυπικόν τοῦ ἐν Κωνσταντινουπόλει Ἁγιοταφικοῦ Μετοχίου τοῦ ΙΕ΄ αἰῶνος (αὐτόθι 257)

«ψαλλέτω ὁ ἐκκλησιάρχης ἤ ὁ ταχθείς ὡς ἔθος ἐπί τόν ἑξάψαλμον ἀργῶς καί μεθ  ὅσης ἄν εἴπῃς συντριβῆς τε καί προσοχῆς, ὁμοίως καί πάντες καθ’ ἑαυτούς, ὡς αὐτῷ τῷ Θεῷ προσλαλοῦντες καί ὑπέρ τῶν ἰδίων ἐξιλεούμενοι ἁμαρτιῶν.  Ὀφείλει δέ ψάλλειν πραείᾳ καί ἡσύχῳ φωνῇ εἰς ἐπήκοον πάντων βῆξαι δέ ἤ πτῦσαι ἤ ὅλως τοῦ ἰδίου τόπου σκυλληθῆναι ἤ μετακινηθῆναι ἤ ἀπό τοῦ ἔξω νάρθηκος τῷ θείῳ Ναῷ εἰσελθεῖν ἐν τῷ ψάλλεσθαι τόν ἑξάψαλμον ἐξουσίαν οὐδείς ἔχει.  Ἀφοβίας γάρ τοῦτο καί ἀκαταστασίας σημεῖόν τε ἐστιν.  Εἰ δέ τίς ἴσως τῷ γήρατι κατακαμπτόμενος ἤ ἀσθενής τετρυχωμένος οὐ πρός ἰσχύος ἔχει φυλάττειν ἑαυτόν ἄσκυλτον, ὡς ἐγράψαμεν, μενέτω ἐν τῷ προνάῳ, ἄχρι τῆς τοῦ ἑξαψάλμου συμπληρώσεως καί τότε εἰσερχέσθω».

Ἰστέον ὅτι τοῦ ἑξαψάλμου ψαλλομένου οὔτε μετάνοιαι, οὔτε σχήματα, οὔτε γονυκλισίαι, οὐδέ «σταυροκοπήματα» γίνονται.  Ἀλλά μένομεν ἀκίνητοι καί ὀρθοί.

(Τυπικόν τοῦ ὁσίου καί θεοφόρου πατρός ἡμῶν Σάββα τοῦ ἡγιασμένου ἐκδόσεις Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Παναγίας Τατάρνης)

Δείτε και “Τι είναι ο εξάψαλμος

Πηγή: Όρθρος

Αφήστε μια απάντηση